More wired than a Roman Internet café
Another fable from Syntipas - check out the GreekAesop wiki for more information about Syntipas and his fables! I've included the text and a segmented version here; for grammar notes and more information, please visit the wiki. You can keep up with the latest Bestiaria posts by using the RSS feed, or you can subscribe by email. And now, here is Syntipas, Fable 28.
Κύων ἁρπάσας βρῶμα ἐκ μακελλίου ᾤχετο φυγὰς ἐκεῖθεν καὶ ἔφθασεν ἐπί τινα ποταμόν. περαιούμενος δὲ αὐτὸν ὁρᾷ ἐν τοῖς ὕδασι τὴν τοῦ βρώματος σκιὰν πολλῷ οὖσαν οὗ ἔφερεν εὐμεγεθεστέραν, καὶ τοῦ στόματος ἀπορρίψας τὸ βρῶμα ἐπὶ τὴν ὁραθεῖσαν αὐτοῦ σκιὰν κατηπείγετο. τῆς δὲ ἀφανοῦς γενομένης, στραφεὶς ὁ κύων τὸ ἀπορριφθὲν ἆραι, οὐδὲν ἐφεῦρε τὸ σύνολον· καὶ γὰρ ἐκεῖνο παρά τινος καταπτάντος κόρακος εὐθὺς ἡρπάγη καὶ κατεβρώθη. εἶτα ὁ κύων ἑαυτὸν ἐταλάνιζε, “τί ἄρα πέπονθα;” λέγων, “ὅτι ὃ εἶχον ἀφρόνως καταλιπὼν ἐφ’ ἕτερον ἀφανὲς ἠπειγόμην, κἀκείνου ἀποτυχὼν καὶ τοῦ προτέρου ἐξέπεσον.”
Οὗτος δηλοῖ περὶ τῶν ἀκορέστως ἐχόντων καὶ τῶν περιττῶν ὀρεγομένων.
Κύων
ἁρπάσας βρῶμα
ἐκ μακελλίου
ᾤχετο φυγὰς ἐκεῖθεν
καὶ ἔφθασεν
ἐπί τινα ποταμόν.
περαιούμενος δὲ αὐτὸν
ὁρᾷ ἐν τοῖς ὕδασι
τὴν τοῦ βρώματος σκιὰν
πολλῷ οὖσαν
οὗ ἔφερεν
εὐμεγεθεστέραν,
καὶ
τοῦ στόματος ἀπορρίψας
τὸ βρῶμα
ἐπὶ τὴν ὁραθεῖσαν αὐτοῦ σκιὰν
κατηπείγετο.
τῆς δὲ ἀφανοῦς γενομένης,
στραφεὶς
ὁ κύων
τὸ ἀπορριφθὲν ἆραι,
οὐδὲν ἐφεῦρε τὸ σύνολον·
καὶ γὰρ ἐκεῖνο
παρά τινος καταπτάντος κόρακος
εὐθὺς ἡρπάγη
καὶ κατεβρώθη.
εἶτα ὁ κύων
ἑαυτὸν ἐταλάνιζε,
“τί ἄρα πέπονθα;”
λέγων,
“ὅτι
ὃ εἶχον
ἀφρόνως καταλιπὼν
ἐφ’ ἕτερον ἀφανὲς ἠπειγόμην,
κἀκείνου ἀποτυχὼν
καὶ τοῦ προτέρου ἐξέπεσον.”
Οὗτος δηλοῖ
περὶ τῶν ἀκορέστως ἐχόντων
καὶ
τῶν περιττῶν ὀρεγομένων.
© 2024 Created by Andrew Reinhard. Powered by
You need to be a member of eLatin eGreek eLearn to add comments!
Join eLatin eGreek eLearn