More wired than a Roman Internet café
Another fable from Syntipas - check out the GreekAesop wiki for more information about Syntipas and his fables! I've included the text and a segmented version here; for grammar notes and more information, please visit the wiki. You can keep up with the latest Bestiaria posts by using the RSS feed, or you can subscribe by email. And now, here is Syntipas, Fable 29.
Ὄνος καὶ ἵππος ὑπῆρχον ἀνθρώπῳ τινί, καὶ ἕκαστος αὐτῶν ἰδίαν ὑπηρεσίαν ἐπλήρου. ἀλλ’ ὁ μὲν ἵππος ἀνέσεως πολλῆς παραπολαύων δαψιλῶς ἐτρέφετο· χαίτην τε καὶ πλοκάμους ὑπὸ τῶν ἱπποκόμων ἐκαλλωπίζετο καὶ ὁσημέραι τοῖς ὕδασιν ἀπελούετο. ὁ δὲ ὄνος διόλου ἀχθοφορῶν τῷ τῶν γόμων βάρει κατετρύχετο. μιᾷ γοῦν ὁ τοῦ ἱππου κύριος επιβὰς αὐτοῦ επί τινα πόλεμον ἀπῄει, καὶ μάχης συγκροτηθείσης ὁ ἵππος πληγεὶς ἀνῃρέθη. ἰδὼν δὲ τὴν αὐτοῦ ἀπώλειαν ὁ ὄνος ἑαυτὸν μᾶλλον τῆς πολυμόχθου ἐμακάριζεν ὑπηρεσίας.
Οὗτος δηλοῖ ὡς ὁ πενιχρὸς βίος ἀνεπίφοβος τυγχάνων πολλῷ μᾶλλον τοῦ πλούτου, ὡς κινδυνώδους, προτιμότερος.
Ὄνος καὶ ἵππος
ὑπῆρχον
ἀνθρώπῳ τινί,
καὶ ἕκαστος αὐτῶν
ἰδίαν ὑπηρεσίαν ἐπλήρου.
ἀλλ’ ὁ μὲν ἵππος
ἀνέσεως πολλῆς παραπολαύων
δαψιλῶς ἐτρέφετο·
χαίτην τε καὶ πλοκάμους
ὑπὸ τῶν ἱπποκόμων ἐκαλλωπίζετο
καὶ ὁσημέραι τοῖς ὕδασιν ἀπελούετο.
ὁ δὲ ὄνος
διόλου ἀχθοφορῶν
τῷ τῶν γόμων βάρει
κατετρύχετο.
μιᾷ γοῦν
ὁ τοῦ ἱππου κύριος
επιβὰς αὐτοῦ
επί τινα πόλεμον ἀπῄει,
καὶ
μάχης συγκροτηθείσης
ὁ ἵππος
πληγεὶς
ἀνῃρέθη.
ἰδὼν δὲ τὴν αὐτοῦ ἀπώλειαν
ὁ ὄνος
ἑαυτὸν μᾶλλον
τῆς πολυμόχθου ἐμακάριζεν ὑπηρεσίας.
Οὗτος δηλοῖ ὡς
ὁ πενιχρὸς βίος
ἀνεπίφοβος τυγχάνων
πολλῷ μᾶλλον
τοῦ πλούτου,
ὡς κινδυνώδους,
προτιμότερος.
© 2024 Created by Andrew Reinhard. Powered by
You need to be a member of eLatin eGreek eLearn to add comments!
Join eLatin eGreek eLearn