More wired than a Roman Internet café
Another fable from Syntipas - check out the GreekAesop wiki for more information about Syntipas and his fables! I've included the text and a segmented version here; for grammar notes and more information, please visit the wiki. You can keep up with the latest Bestiaria posts by using the RSS feed, or you can subscribe by email. And now, here is Syntipas, Fable 23.
Παῖς τις εἰσελθὼν επί τινα ποταμὸν ἀπολούσασθαι, καὶ μὴ εἰδὼς νήχεσθαι, ἐκινδύνευεν ἀποπνιγῆναι. καί τινα παρερχόμενον ἄνδρα ἰδὼν εἰς βοήθειαν τοῦτον ἐκάλει. ὁ δὲ ἄνθρωπος τοῦτον διασῴζων ἐκεῖθεν ἔλεγεν αὐτῷ “ἵνα τί, μὴ νήχεσθαι εἰδώς, τῆς τοσαύτης κατατετόλμηκας πλημμύρας;” ὁ δὲ παῖς αὐτῷ ἔφη “τέως νῦν βοήθει μοι, καὶ μετὰ ταῦτα ὀνείδισον.”
Οὗτος δηλοῖ ὡς ὁ ἐν περιστάσει τινὰ προσονειδίζων ἀκαίρως αὐτοῦ καὶ ἀπρεπῶς καταμέμφεται.
Παῖς τις
εἰσελθὼν
επί τινα ποταμὸν
ἀπολούσασθαι,
καὶ
μὴ εἰδὼς νήχεσθαι,
ἐκινδύνευεν ἀποπνιγῆναι.
καί
τινα παρερχόμενον ἄνδρα ἰδὼν
εἰς βοήθειαν
τοῦτον ἐκάλει.
ὁ δὲ ἄνθρωπος
τοῦτον διασῴζων ἐκεῖθεν
ἔλεγεν αὐτῷ
“ἵνα τί,
μὴ νήχεσθαι εἰδώς,
τῆς τοσαύτης κατατετόλμηκας πλημμύρας;”
ὁ δὲ παῖς
αὐτῷ ἔφη
“τέως νῦν
βοήθει μοι,
καὶ
μετὰ ταῦτα
ὀνείδισον.”
Οὗτος δηλοῖ ὡς
ὁ ἐν περιστάσει τινὰ προσονειδίζων
ἀκαίρως αὐτοῦ καὶ ἀπρεπῶς καταμέμφεται.
© 2024 Created by Andrew Reinhard. Powered by
You need to be a member of eLatin eGreek eLearn to add comments!
Join eLatin eGreek eLearn