More wired than a Roman Internet café
Another fable from Syntipas - check out the GreekAesop wiki for more information about Syntipas and his fables! I've included the text and a segmented version here; for grammar notes and more information, please visit the wiki. You can keep up with the latest Bestiaria posts by using the RSS feed, or you can subscribe by email. And now, here is Syntipas, Fable 5.
Γαλῆ τις ἐν χαλκευτικῷ εἰσελήλυθεν ἐργαστηρίῳ, κἀκεῖσε ῥίνον εὑροῦσα σιδηροῦν τοῦτον ἱκανῶς ἀνέλιχεν, ὥστε τὴν ἑαυτῆς ἀποτρίβεσθαι γλῶτταν καὶ δεινῶς ἐκδαμάζεσθαι καὶ ῥοὴν αἵματος ἀφιέναι. ἡ δὲ γαλῆ μᾶλλον ἐτέρπετο, δοκοῦσα δῆθεν τὸν σίδηρον ἐκβιβρώσκειν, ἕως ἡ ταύτης γλῶττα παντελῶς ἐκδεδαπάνηται.
Οὗτος ὁ μῦθος δηλοῖ ὅτι πράττων τις ἔργον ἀλυσιτελὲς ὡς ἐπωφελές, μᾶλλον καὶ τούτῳ δυσαποσπάστως προσκείμενος, εἰς ὕστερον ὑπ’ αὐτοῦ καταλυμαίνεται.
Γαλῆ τις
ἐν χαλκευτικῷ εἰσελήλυθεν ἐργαστηρίῳ,
κἀκεῖσε ῥίνον εὑροῦσα σιδηροῦν
τοῦτον ἱκανῶς ἀνέλιχεν,
ὥστε τὴν ἑαυτῆς ἀποτρίβεσθαι γλῶτταν
καὶ δεινῶς ἐκδαμάζεσθαι
καὶ ῥοὴν αἵματος ἀφιέναι.
ἡ δὲ γαλῆ μᾶλλον ἐτέρπετο,
δοκοῦσα δῆθεν
τὸν σίδηρον ἐκβιβρώσκειν,
ἕως ἡ ταύτης γλῶττα
παντελῶς ἐκδεδαπάνηται.
Οὗτος ὁ μῦθος δηλοῖ ὅτι
πράττων τις ἔργον
ἀλυσιτελὲς ὡς ἐπωφελές,
μᾶλλον καὶ τούτῳ δυσαποσπάστως προσκείμενος,
εἰς ὕστερον ὑπ’ αὐτοῦ καταλυμαίνεται.
© 2024 Created by Andrew Reinhard. Powered by
You need to be a member of eLatin eGreek eLearn to add comments!
Join eLatin eGreek eLearn