More wired than a Roman Internet café
Another fable from Syntipas - check out the GreekAesop wiki for more information about Syntipas and his fables! I've included the text and a segmented version here; for grammar notes and more information, please visit the wiki. You can keep up with the latest Bestiaria posts by using the RSS feed, or you can subscribe by email. And now, here is Syntipas, Fable 10.
Λαγωός τις ἐδίψα καὶ ἐν φρέατι κατῆλθε τοῦ ὕδωρ πιεῖν, ἀφ’ οὗ καὶ ἡδέως πολὺ ἐπεπώκει. ὅτε δὲ ἐκεῖθεν ἀνελθεῖν ἔμελλεν ἀμηχανίᾳ συνεσχέθη περὶ τὴν ἄνοδον, καὶ τὰ μέγιστα ἠθύμει. ἀλώπηξ δὲ ἐλθοῦσα κἀκεῖσε τοῦτον εὑροῦσα ἔφη πρὸς αὐτόν “μεγάλως ὄντως ἐσφάλης· πρότερον γὰρ ὤφειλες βουλεύσασθαι πῶς ἔσται σοι τοῦ φρέατος ἀνελθεῖν, εἶθ’ οὕτως ἐν αὐτῷ κατελθεῖν.”
Οὗτος ἐλέγχει τοὺς αὐτοβούλως πράττοντας καὶ μὴ συμβουλευομένους.
Λαγωός τις
ἐδίψα
καὶ ἐν φρέατι κατῆλθε
τοῦ ὕδωρ πιεῖν,
ἀφ’ οὗ
καὶ ἡδέως πολὺ ἐπεπώκει.
ὅτε δὲ
ἐκεῖθεν ἀνελθεῖν ἔμελλεν
ἀμηχανίᾳ συνεσχέθη
περὶ τὴν ἄνοδον,
καὶ τὰ μέγιστα ἠθύμει.
ἀλώπηξ δὲ
ἐλθοῦσα
κἀκεῖσε τοῦτον εὑροῦσα
ἔφη πρὸς αὐτόν
“μεγάλως ὄντως ἐσφάλης·
πρότερον γὰρ
ὤφειλες βουλεύσασθαι
πῶς ἔσται σοι
τοῦ φρέατος ἀνελθεῖν,
εἶθ’ οὕτως
ἐν αὐτῷ κατελθεῖν.”
Οὗτος ἐλέγχει
τοὺς αὐτοβούλως πράττοντας
καὶ μὴ συμβουλευομένους.
© 2025 Created by Andrew Reinhard.
Powered by
You need to be a member of eLatin eGreek eLearn to add comments!
Join eLatin eGreek eLearn