More wired than a Roman Internet café
Another fable from Syntipas - check out the GreekAesop wiki for more information about Syntipas and his fables! I've included the text and a segmented version here; for grammar notes and more information, please visit the wiki. You can keep up with the latest Bestiaria posts by using the RSS feed, or you can subscribe by email. And now, here is Syntipas, Fable 27.
Ἀνήρ τις ὄρνιν ἐκέκτητο χρυσοῦν ᾠὸν καθ’ ἑκάστην αὐτῷ τίκτουσαν. ὁ δὲ μὴ τῷ καθημερινῷ ἐκείνῳ ἐπαρκούμενος κέρδει, ἀλλ’ ἀφρόνως τοῦ πλείονος ὀρεγόμενος, τὴν ὄρνιν κατέθυσεν· ἐδόκει γὰρ ἐν τοῖς ἐγκάτοις αὐτῆς θησαυρῷ τινι ἐντυχεῖν. καὶ μηδὲν ὅλως ἐφευρὼν καθ’ ἑαυτὸν ἔλεξεν ὡς “ἐλπίδι θησαυροῦ ἐπερειδόμενος, καὶ τοῦ ἐν χερσὶ κέρδους ἐξέπεσον.”
Οὗτος δηλοῖ ὡς οἱ πολλοί, τῶν πλειόνων ὀρεγόμενοι, καὶ τῶν ὀλίγων ἐκπίπτουσι.
Ἀνήρ τις
ὄρνιν ἐκέκτητο
χρυσοῦν ᾠὸν
καθ’ ἑκάστην
αὐτῷ τίκτουσαν.
ὁ δὲ
μὴ τῷ καθημερινῷ ἐκείνῳ ἐπαρκούμενος κέρδει,
ἀλλ’ ἀφρόνως τοῦ πλείονος ὀρεγόμενος,
τὴν ὄρνιν κατέθυσεν·
ἐδόκει γὰρ
ἐν τοῖς ἐγκάτοις αὐτῆς
θησαυρῷ τινι
ἐντυχεῖν.
καὶ
μηδὲν ὅλως ἐφευρὼν
καθ’ ἑαυτὸν ἔλεξεν ὡς
“ἐλπίδι θησαυροῦ ἐπερειδόμενος,
καὶ τοῦ ἐν χερσὶ κέρδους
ἐξέπεσον.”
Οὗτος δηλοῖ ὡς
οἱ πολλοί,
τῶν πλειόνων ὀρεγόμενοι,
καὶ τῶν ὀλίγων ἐκπίπτουσι.
© 2024 Created by Andrew Reinhard. Powered by
You need to be a member of eLatin eGreek eLearn to add comments!
Join eLatin eGreek eLearn