More wired than a Roman Internet café
Another fable from Syntipas - check out the GreekAesop wiki for more information about Syntipas and his fables! I've included the text and a segmented version here; for grammar notes and more information, please visit the wiki. You can keep up with the latest Bestiaria posts by using the RSS feed, or you can subscribe by email. And now, here is Syntipas, Fable 15.
Ἔλαφός τις διψῶσα κατῆλθεν ἐπί τινα πηγὴν τοῦ ὕδωρ πιεῖν. ἰδοῦσα δὲ ἐν τῷ ὕδατι τὸ τοῦ ἰδίου σώματος ὁμοίωμα, τῇ μὲν τῶν ποδῶν λεπτότητι ἀπηρέσκετο, τῇ δὲ τῶν κεράτων μορφῇ ἐπετέρπετο. ἄφνω δέ τινες ἐφίστανται θηρευταὶ καὶ ταύτην ἐδίωκον. καὶ καθ’ ὅσον μὲν ἐπὶ τῆς πεδιάδος ἔτρεχε τῶν διωκόντων ὑπερεγίνετο, φθάσασα δὲ εἰς ἕλος ἀπροσδοκήτως εἰσελθεῖν, τῶν αὐτῆς κεράτων τοῖς κλάδοις συμπλακέντων, ὑπὸ τῶν διωκόντων καταλαμβάνεται καὶ στενάξασα ἔφη “οἴμοι τῇ ταλαιπώρῳ, ὅτι ἐφ’ οἷς ἀπηρεσκόμην ὑπ’ αὐτῶν μᾶλλον διεσῳζόμην, οἷς δὲ ἐνεκαυχώμην, ὑπ’ αὐτῶν δὴ καὶ ἀπόλλυμαι.”
Οὗτος δηλοῖ ὡς οὐ χρή τινα τῶν ἐν ἑαυτῷ ἐπαινεῖν, εἰ μὴ τὰ εὔχρηστα καὶ ἐπωφελῆ.
Ἔλαφός τις
διψῶσα
κατῆλθεν
ἐπί τινα πηγὴν
τοῦ ὕδωρ πιεῖν.
ἰδοῦσα δὲ
ἐν τῷ ὕδατι
τὸ τοῦ ἰδίου σώματος ὁμοίωμα,
τῇ μὲν τῶν ποδῶν λεπτότητι
ἀπηρέσκετο,
τῇ δὲ τῶν κεράτων μορφῇ
ἐπετέρπετο.
ἄφνω δέ
τινες ἐφίστανται θηρευταὶ
καὶ ταύτην ἐδίωκον.
καὶ
καθ’ ὅσον μὲν
ἐπὶ τῆς πεδιάδος ἔτρεχε
τῶν διωκόντων ὑπερεγίνετο,
φθάσασα δὲ
εἰς ἕλος ἀπροσδοκήτως εἰσελθεῖν,
τῶν αὐτῆς κεράτων
τοῖς κλάδοις συμπλακέντων,
ὑπὸ τῶν διωκόντων καταλαμβάνεται
καὶ στενάξασα ἔφη
“οἴμοι τῇ ταλαιπώρῳ,
ὅτι ἐφ’ οἷς ἀπηρεσκόμην
ὑπ’ αὐτῶν μᾶλλον διεσῳζόμην,
οἷς δὲ ἐνεκαυχώμην,
ὑπ’ αὐτῶν δὴ
καὶ ἀπόλλυμαι.”
Οὗτος δηλοῖ ὡς
οὐ χρή τινα
τῶν ἐν ἑαυτῷ ἐπαινεῖν,
εἰ μὴ τὰ εὔχρηστα καὶ ἐπωφελῆ.
© 2024 Created by Andrew Reinhard. Powered by
You need to be a member of eLatin eGreek eLearn to add comments!
Join eLatin eGreek eLearn