eLatin eGreek eLearn

More wired than a Roman Internet café

Fable of the Day (Greek): The Lion and The Two Bulls

Λέων καὶ δύο ταῦροι

Another fable from Syntipas - check out the GreekAesop wiki for more information about Syntipas and his fables! I've included the text and a segmented version here; for grammar notes and more information, please visit the wiki. You can keep up with the latest Bestiaria posts by using the RSS feed, or you can subscribe by email. And now, here is Syntipas, Fable 13.

The Lion and The Two Bulls = Perry 372 (English translation: Oxford Aesop 59)

Λέων προσβαλὼν ταύροις δυσὶν ἐπειρᾶτο τούτους καταθοινήσασθαι. οἱ δὲ τὰ ἑαυτῶν κέρατα ἐπίσης αὐτῷ ἀντιπαρατάξαντες οὐκ εἴων τὸν λέοντα μέσον αὐτῶν παρελθεῖν. ὁρῶν τοίνυν ἐκεῖνος ὡς ἀδυνάτως ἔχει πρὸς αὐτοὺς κατεσοφίσατο τοῦ ἑνός, καὶ πρὸς αὐτὸν ἔφησεν ὡς “εἴ γε τὸν σὸν ἑταῖρον προδώσεις μοι, ἀβλαβῆ σε διατηρήσω.” καὶ τούτῳ τῷ τρόπῳ ἀμφοτέρους τοὺς ταύρους ἀνῄρηκεν.

Οὗτος δηλοῖ ὡς καὶ πόλεις καὶ ἄνθρωποι ἀλλήλοις ὁμονοοῦντες οὐ συγχωροῦσιν αὐτῶν τοὺς ἐχθροὺς περιγίνεσθαι· τῆς δ’ ὁμονοίας καταφρονοῦντες εὐχερῶς ἄρδην τοῖς ὑπεναντίοις ἁλίσκονται.

Segmented text for easier reading:

Λέων

προσβαλὼν ταύροις δυσὶν

ἐπειρᾶτο

τούτους καταθοινήσασθαι.

οἱ δὲ

τὰ ἑαυτῶν κέρατα

ἐπίσης αὐτῷ ἀντιπαρατάξαντες

οὐκ εἴων

τὸν λέοντα

μέσον αὐτῶν παρελθεῖν.

ὁρῶν τοίνυν ἐκεῖνος

ὡς ἀδυνάτως ἔχει

πρὸς αὐτοὺς

κατεσοφίσατο τοῦ ἑνός,

καὶ πρὸς αὐτὸν ἔφησεν ὡς

“εἴ γε

τὸν σὸν ἑταῖρον

προδώσεις μοι,

ἀβλαβῆ

σε διατηρήσω.”

καὶ

τούτῳ τῷ τρόπῳ

ἀμφοτέρους τοὺς ταύρους

ἀνῄρηκεν.

Οὗτος δηλοῖ ὡς

καὶ πόλεις καὶ ἄνθρωποι

ἀλλήλοις ὁμονοοῦντες

οὐ συγχωροῦσιν

αὐτῶν τοὺς ἐχθροὺς περιγίνεσθαι·

τῆς δ’ ὁμονοίας καταφρονοῦντες

εὐχερῶς

ἄρδην τοῖς ὑπεναντίοις ἁλίσκονται.

Views: 53

Comment

You need to be a member of eLatin eGreek eLearn to add comments!

Join eLatin eGreek eLearn

Badge

Loading…

© 2017   Created by Andrew Reinhard.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service