More wired than a Roman Internet café
Another fable from Syntipas - check out the GreekAesop wiki for more information about Syntipas and his fables! I've included the text and a segmented version here; for grammar notes and more information, please visit the wiki. You can keep up with the latest Bestiaria posts by using the RSS feed, or you can subscribe by email. And now, here is Syntipas, Fable 8.
Περιστερά τις σφόδρα ἐδίψα καὶ ἐφ’ ὕδατος ζήτησιν τῇδε κἀκεῖσε περιήρχετο. ἰδοῦσα δὲ ἔν τινι τοίχῳ ἐζωγραφημένην ὑδρίαν ἐδόκει ἀληθῶς ὁρᾶν ὕδατος σκεῦος μεστόν, καὶ ἐλθοῦσα τοῦ πιεῖν τῷ τοίχῳ προσέκρουσε καὶ αὐτίκα τοῦ ζῆν ἀπερρήγνυτο. ὅτε δὲ πρὸς τελευταίαν ἐγγίσασα ἀναπνοὴν ἦν, ἐν ἑαυτῇ ἔλεγεν ὅτι “δυστυχὴς ὄντως ἐγὼ καὶ ἀθλία, ἐφ’ ᾧ ὕδατος γλιχομένη μὴ θανάτου ἐμνημόνευον.”
Οὗτος δηλοῖ ὡς πολὺ κρείττων ἡ μακροθυμία τῆς ἀλογίστου σπουδῆς καὶ ταχυτῆτος.
Περιστερά τις
σφόδρα ἐδίψα
καὶ
ἐφ’ ὕδατος ζήτησιν
τῇδε κἀκεῖσε περιήρχετο.
ἰδοῦσα δὲ
ἔν τινι τοίχῳ
ἐζωγραφημένην ὑδρίαν
ἐδόκει
ἀληθῶς ὁρᾶν
ὕδατος σκεῦος μεστόν,
καὶ
ἐλθοῦσα τοῦ πιεῖν
τῷ τοίχῳ προσέκρουσε
καὶ αὐτίκα τοῦ ζῆν ἀπερρήγνυτο.
ὅτε δὲ
πρὸς τελευταίαν ἐγγίσασα ἀναπνοὴν ἦν,
ἐν ἑαυτῇ ἔλεγεν ὅτι
“δυστυχὴς ὄντως ἐγὼ
καὶ ἀθλία,
ἐφ’ ᾧ
ὕδατος γλιχομένη
μὴ θανάτου ἐμνημόνευον.”
Οὗτος δηλοῖ ὡς
πολὺ κρείττων
ἡ μακροθυμία
τῆς ἀλογίστου σπουδῆς καὶ ταχυτῆτος.
© 2024 Created by Andrew Reinhard. Powered by
You need to be a member of eLatin eGreek eLearn to add comments!
Join eLatin eGreek eLearn